Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.33.1 | Hdt. 3.34.5 (English) | >>Hdt. 3.35.5 |
3.34.3 τὸν μὲν δὴ λέγειν ταῦτα περὶ Περσέων , τὸν δὲ θυμωθέντα τοιάδε ἀμείβεσθαι · “νῦν ἄρα με φασὶ Πέρσαι οἴνῳ προσκείμενον παραφρονέειν καὶ οὐκ εἶναι νοήμονα · οὐδʼ ἄρα σφέων οἱ πρότεροι λόγοι ἦσαν ἀληθέες .”
3.34.4 πρότερον γὰρ δὴ ἄρα , Περσέων οἱ συνέδρων ἐόντων καὶ Κροίσου , εἴρετο Καμβύσης κοῖός τις δοκέοι ἀνὴρ εἶναι πρὸς τὸν πατέρα τελέσαι Κῦρον , οἱ δὲ ἀμείβοντο ὡς εἴη ἀμείνων τοῦ πατρός · τά τε γὰρ ἐκείνου πάντα ἔχειν αὐτὸν καὶ προσεκτῆσθαι Αἴγυπτόν τε καὶ τὴν θάλασσαν .
3.34.5 Πέρσαι μὲν ταῦτα ἔλεγον , Κροῖσος δὲ παρεών τε καὶ οὐκ ἀρεσκόμενος τῇ κρίσι εἶπε πρὸς τὸν Καμβύσεα τάδε · “ἐμοὶ μέν νυν , ὦ παῖ Κύρου , οὐ δοκέεις ὅμοιος εἶναι τῷ πατρί · οὐ γάρ κώ τοι ἐστὶ υἱὸς οἷον σε ἐκεῖνος κατελίπετο .” ἥσθη τε ταῦτα ἀκούσας ὁ Καμβύσης καὶ ἐπαίνεε τὴν Κροίσου κρίσιν .
ch. 35
3.35.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.33.1 | Hdt. 3.34.5 (English) | >>Hdt. 3.35.5 |